Ancient Greek
P.Lond. 3 p. 268-269 no. 1036
Documentary Papyri, P.Lond. 3 1036
Not analysed yet
…καρπῶν ὧν ἂν αἱρῶμαι φόρου τῶν αὐτῶν δύο ἀρουρῶν κατʼ ἔτος χρυσοῦ νομισματίου ἑνὸς ἡμίσους παρὰ κεράτια ἐννέα ζυγῷ Ἑρμουπόλεως γίνεται χρυσοῦ νομισμάτιον α 𐅵παρὰ κεράτια θ ὅνπερ χρυσικὸν φόρον ἀποδώσω σοι οὕτως· ἓν μὲν νόμισμα παρὰ κεράτια ἓξ ἐν τῷ Φαῶφι μηνὶ κατʼ ἔτος, τὰ δὲ κεράτια ἐννέα ἐν τῷ Φαμενὼθ μηνὶ κατʼ ἔτος ἀνυπερθέτως. δώσω δὲ κατʼ ἔτος λόγῳ συνηθείας ἐν τῇ ἑορτῇ Θύνεως οἴνου ἀγγεῖον μέγα ἓν καὶ πινάκιον ἓν μεστὸν διαφόρων βρωμάτων ……απίωνος γεωργοῦ ἀπὸ κώμης …