Ancient Greek
P.Lond. 3 p. 275-276 no. 1037
Documentary Papyri, P.Lond. 3 1037
Not analysed yet
……λ… ἀπὸ τῆς Ἑρμουπολιτῶν χαίρειν· ὁμολογῶ ἐσχηκέναι καὶ δεδέχθαι παρʼ ὑμῶν λόγῳ προχρείας τῆς ἀρδείας τοῦ ὑπʼ ἐμὲ γεωργουμένου ὑμετέρου χωρίου ἀμπελικοῦ τοῦ διακειμένου ἐν τόπῳ καλουμένου τοῦ Γηροματικοῦ ὑπὸ τὴν παραφυλακὴν τῶν ἀπὸ κώμης Τασμένθην τοῦ Ἑρμουπολίτου νομοῦ κεφαλαίου χρυσοῦ νομισμάτια τέσσαρα παρὰ κεράτια εἴκοσι τέσσαρα ζυγῷ Ἑρμουπόλεως γίνεται χρυσοῦ νομισμάτια δ παρὰ κεράτια κδ καὶ ταῦτα ὁμολογῶ ἑτοίμως ἔχειν παρασχεῖν σοι μέλλων ἀποστῆναι τῆς γεωργίας τοῦ αὐτοῦ ὑμετέρου χωρίου ἀμπελικοῦ …