Ancient Greek
P.Lond. 3 p. 246 no. 1038
Documentary Papyri, P.Lond. 3 1038
Not analysed yet
παρὰ Ἰωάννου σὺν θεῷ ἐξπελλευτοῦ Ἑρμουπόλεως Κωσμᾷ τῷ εὐδοκιμωτάτῳ ἀπὸ τῆς αὐτῆς πόλεως. ἐδεξάμην καὶ ἐπληρώθην παρὰ σοῦ ὑπὲρ δημοσίου σίτου ἐπὶ τόπου ἐμβολῆς δεκάτης ἰνδικτίονος σίτου ἀρτάβας ἓξ τρίτον μέτρῳ δοχικῷ γίνονται σίτου ἀρτάβαι ϛ γ μόναι. Φλαυίου Ἰωάννου ἐξπελλευτοῦ Ἑρμουπόλεως στοιχεῖ ἡ ἀπόδειξις ὡς πρόκειται. διʼ ἐμοῦ Φοιβάμμωνος ἀπαιτητοῦ τοῦ σίτου τοῦ ἐπὶ τόπου στοιχεῖ ἡ ἀπόδειξις δεκάτης ἰνδικτίονος ὡς πρόκειται παρὰ Ἰωάννου σὺν θεῷ ἐξπελλευτοῦ Ἑρμουπόλεως Ἀθανασίῳ τῷ εὐδοκιμωτάτῳ ἀπὸ τῆς αὐτῆς πόλεως. ἐδεξάμην καὶ ἐπληρώθην παρὰ σοῦ ὑπὲρ δημοσίου σίτου ἐπὶ τόπου ἐμβολῆς δεκάτης ἰνδικτίονος σίτου ἀρτάβας τρεῖς τρίτον μέτρῳ δοχικῷ γίνονται σίτου ἀρτάβαι γ γ μόναι. Φλαυίου Ἰωάννου ἐξπελλευτοῦ Ἑρμουπόλεως στοιχεῖ ἡ ἀπόδειξις ὡς πρόκειται. διʼ ἐμοῦ Φοιβάμμωνος ἀπαιτητοῦ τοῦ σίτου τοῦ ἐπὶ τόπου στοιχεῖ ἡ ἀπόδειξις δεκάτης ἰνδικτίονος ὡς πρόκειται ἀπόδειξις σίτου ἐπὶ τόπου δεκάτης ἰνδικτίονος σίτου ἀρτάβας ϛ γ καὶ σίτου ἀρτάβας γ γ