Ancient Greek
P.Lond. 3 p. 2-3 no. 1200
Documentary Papyri, P.Lond. 3 1200
Not analysed yet
ἔτους ιδ Θωὺθ ζ ἔτους ιδ Θωὺθ ζ. πέπτωκεν ἐπὶ τὴν ἐν Διοσπόλει τῆι μεγάληι τράπεζαν ἐφʼ ἧς Ψενχῶνσις βασιλεῖ κατὰ τὴν παρὰ Πρωτάρχου τοῦ ἀρχιφυλακίτου διαγραφὴν ὑφʼ ἣν ὑπογράφει Ἁρνοῦφις ὁ τοπογραμματεὺς παρὰ Τσενύριος τῆς Θοτσύτου οἰκίας ἐν Διοσπόλει τῆι μεγάληι ἐν Χρυσοπόλει ἐν τῶι ἀπὸ λιβὸς μέρει τοῦ τείχους τοῦ Ἀπολλωνιείου τῆς συντιμήσεως οὔσης δραχμῶν σ τὸ καθῆκον εἰς τὸ ἐγκύκλιον κατὰ τὸ ἐκκείμενον πρόσταγμα τῆς συντιμήσεως δραχμῶν σ τέλους τὴν ὀκτάδραχμον ὀβολοὺς β δ χαλκοῦ ἐν ὀβολοῖς κϛ 𐅵δραχμαὶ ιϛ ὀβολοὶ δ 𐅵ἰσονόμου η ὀβολοὶ β δ Διοκλῆς γραμματεύς Ἡρώιδης ὁ παρʼ Ἁρνούφιος τοῦ τοπογραμματέως ἐπηκολούθηκα τῶι τέλει τῶν σ δραχμῶν εἰς ὀβολοὺς κϛ 𐅵δραχμῶν σ χαλκιείας η ὀβολοῖς β δ Ἡλιόδωρος ὁ παρὰ Διονυσίου τοῦ …ἐπηκολούθηκα τῶι τέλει τῶν σ δραχμῶν εἰς ὀβολοὺς κϛ 𐅵ιϛ ὀβολοῖς δ 𐅵χαλκιείας η ὀβολοῖς β δ