Ancient Greek
P.Lond. 3 p. 3-4 no. 1201
Documentary Papyri, P.Lond. 3 1201
Not analysed yet
…ἔτους κ Μεσορὴ κϛ. τέτακται ἐπὶ τὴν ἐν Ἑρμώνθει τράπεζαν ἐφʼ ἧς Ἀπολλώνιος εἰκοστῆς ἐγκυκλίου κατὰ τὴν παρὰ Πλουτιάδου καὶ Ἑρμοδώρου τῶν πρὸς τῆι ὠνῆι διαγραφὴν ὑφʼ ἣν ὑπογράφει Ζμῖνις ὁ παρὰ Πακοίβιος τοῦ παρὰ Διονυσίου τοῦ βασιλικοῦ γραμματέως Ἐτῆς Πόρτιτος ὑποθήκης γῆς ἠπείρου ἀρουρῶν ι τῆς οὔσης ἐν Ταρκύτει ἧς αἱ γειτνίαι δεδήλωνται διὰ τῆς προκειμένης συγγραφῆς ἣν ὑποτέθειται αὐτῆι Ἁρσιῆσις Κερκάριος πρὸς χαλκοῦ τάλαντα β Αω τέλος οὗ ἀλλαγὴ διακόσιας ἑβδομήκοντα ϛ γίνονται σοϛ Ἀπολλώνιος τραπεζίτης