Ancient Greek
P.Lond. 3 p. 9-10 no. 1203
Documentary Papyri, P.Lond. 3 1203
Not analysed yet
ἔτους δ Μεχεὶρ κζ ἐν Παθύρει ἐφʼ Ἡλιοδώρου ἀγορανόμου ἑκόντες συνεγράψαντο. ὁμολογεῖ Τοτοῆς Πελαίου ὀφείλειν Πανοβχούνει Τοτοέους χαλκοῦ τάλαντα η καὶ πυροῦ ἀρτάβας ιγ 𐅵ἄτοκα. τὸ δὲ ὀφείλημα τοῦτο ἀποδότω Τοτοῆς Πανοβχούνει ἐν μηνὶ Μεσορὴ τοῦ ε ἔτους ἐὰν δὲ μὴ ἀποδῶι ἐν τῷ ὡρισμένῳ χρόνῳ, ἀποτεισάτω παραχρῆμα ἡμιόλιον καὶ τοῦ ὑπερπεσόντος χρόνου τόκους διδράχμους τῆς μνᾶς τὸν μῆνα ἕκαστον, τὸν δὲ πυρὸν τὴν ἐν τῇ ἀγορᾷ τιμήν. ἡ δὲ πρᾶξις ἔστω Πανοβχούνει ἐκ τοῦ Τοτοέους καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης. Ἄρειος ὁ παρʼ Ἡλιοδώρου κεχρημάτικα.