Ancient Greek
P.Lond. 3 p. 121-122 no. 1213 a
Documentary Papyri, P.Lond. 3 1213a
Not analysed yet
Διόδοτος Νωρβανᾶς Κλαρᾶς ἐπακολουθοῦντος Γαίου Ἰουλίου Σαλουίου Μητόκῳ σιτολόγωι χαίρειν· μέτρησον Σόφῳ συνδούλῳ ὑπὲρ μηνὸς Σεβαστοῦ καὶ Φαῶφι καὶ Νέου Σεβαστοῦ καὶ Χοιὰχ μηνῶν δ πυροῦ ἀρτάβας τέσσαρας γίνονται δ. ἔτους ιβ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Χοιὰκ κ. Γάιος Ἰούλιος Σάλουιος μέτρησον τὰς προκίμενας πυροῦ ἀρτάβας τέσσαρες καθὼς πρόκιται.