Ancient Greek
P.Lond. 3 p. 122 no. 1213 b
Documentary Papyri, P.Lond. 3 1213b
Not analysed yet
Διόδοτος Νωρβάνας Κλάρας ἐπακολουθοῦντος Γαίου Ἰουλίου Σαλουίου Μητόκωι σιτολόγωι χαίρειν· μέτρησον ἐμοὶ ὑπὲρ μηνὸς Φαρμοῦθι καὶ Παχὼν καὶ Παῦνι καὶ Ἐπίφιφ καὶ Μεσσορὴ τοῦ ἑνδεκάτου ἔτους μηνῶν πέντε πυροῦ ἀρτάβας ε καὶ ὑπὲρ μηνὸς Σεβαστοῦ τοῦ δωδεκάτου ἔτους καὶ Φαῶφι καὶ Νέου Σεβαστοῦ καὶ Χοιὰχ μηνῶν τεσσάρων πυροῦ ἀρτάβας τέσσαρας γίνονται πυροῦ ἀρτάβαι θ. ἔτους ιβ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Χοιὰχ κ. Γάιος Ἰούλιος Σάλουιος μέτρησον τὰς τοῦ πυροῦ ἀρτάβας ἐννέα γίνονται πυροῦ ἀρτάβαι θ καθὼς πρόκιται.