Ancient Greek
P.Lond. 3 p. 122-123 no. 1215
Documentary Papyri, P.Lond. 3 1215
Not analysed yet
Διόδοτος Νωρβάνας Κλάρας Μητόκωι Στράτωνος σιτολόγωι χαίρειν· μέτρησον Δίωι Ἀπολλωνίου εἰς σπέρματα ὧν γεωργεῖ ἀρουρῶν …εἴκοσι τῶν ἐκ τοῦ Χρυσίππου κλήρου περὶ Τερτεμβύθεως πυροῦ ἀρτάβας τριάκοντα πέντε ἐπὶ τόκου τρίτου ἃς καὶ ἀποδώσει ἅμα τῶν ἐκφορίων τοῦ ἐνεστῶτος δωδεκάτου ἔτους Νέρωνος τοῦ κυρίου ἀπὸ γενήματος ἑνδεκάτου ἔτους μέτρῳ Ἀθηναίωι καὶ ταῖς ἑκατὸν ἀρτάβαις δεκαδύο ἥμισυ . ἔτους ιβ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Νέου Σεβαστοῦ ια. Δῖος Ἀπολλωνίου Μητόκῳ Στράτωνος σιτολόγῳ χαίρειν· μεμέτρημαι τὰς προκίμενας πυροῦ ἀρτάβας τριάκοντα πέντε ἐπὶ τόκου τρίτου ,πυροῦ ἀρτάβαι λε ἀπὸ γενήματος ια ἔτους Νέρωνος τοῦ κυρίου οὐσίας Νορβάνας Κλάρας. ἔτους ιβ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Νέου Σεβαστοῦ ια.