Ancient Greek
P.Lond. 3 p. 122 no. 1214 b
Documentary Papyri, P.Lond. 3 1214b
Not analysed yet
Διόδοτος Νωρβάνας Κλάρας ἐπακολουθοῦντος Γαίου Ἰουλίου Σαλουίου Μητόκωι σιτολόγωι· μέτρησον ἐμοὶ ἃς προέσχηκα μετὰ Θο…γελῳ συνδούλῳ ὑπὲρ μηνὸς Φαρμοῦθι καὶ Παχὼν καὶ Παῦνι καὶ Ἐπεὶφ μηνῶν δ τοῦ ια ἔτους πυροῦ ἀρτάβας τέσσαρες . ἔτους ιβ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Τῦβι ι Γάιος Ἰούλιος Σάλουιος σεσημείωμαι τὰς τοῦ πυροῦ ἀρτάβας τέσσαρες γίνονται πυροῦ ἀρτάβαι δ καθὼς πρόκειται.