Ancient Greek
P.Lond. 3 p. 142-143 no. 1229
Documentary Papyri, P.Lond. 3 1229
Not analysed yet
…ς Πετοβάστιος τῶν ἀπὸ κώμης …καὶ Πανεχώτης Τοθήους ἀπὸ …Ἀρείωι ἐλαιουργῷ Ἡρακλήου …χαίρειν· ὁμολογοῦμεν ἀποδώσειν σοι ἐν τῷ Παῦνι καὶ Ἐπὶφ μησὶ τοῦ ἐνεστῶτως ἔτους η Ἀντωνείνου Καίσαρος τοῦ κυρίου ὑπὲρ τιμῆς χορτασμάτων …ἀρουρῶν δύο ὡς τῆς ἀρούρης δραχμὰς ἑξήκοντα γείνονται δραχμαὶ ἑκατὸν εἴκοσι γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ ρκ ἀνυπερθέτως. ἔτους η Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Παχὼν κε. Ἑρμεῖνος Ἀρείου ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα …ἔχω ἀπὸ τῶν προκιμένων δραχμῶν ρκ λόγῳ ἀρραβῶνος δραχμὰς τέσσαρας . Ἄριος …ὡς πρόκειται …ἀργυρίου δραχμὰς ιϛ δραχμὰς ἑκατὸν δεκαὲξ ὡς πρόκειται. ἔτους η Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Ἐπεὶπ ιϛ