Ancient Greek
P.Lond. 3 p. 108-109 no. 1231
Documentary Papyri, P.Lond. 3 1231
Not analysed yet
Ἡρακλείδῃ στρατηγῷ Ἑρμοπολίτου παρὰ Π…ρλιος Κορνηλίου καὶ Ἑρμαίου Διοδώρου Ἑρμοπολιτῶν. παραιτούμενοι τὴν εἰς τὸ μέλλον γεωργίαν ὧν γεωργοῦμεν σὺν Ἀπολλωνίῳ Ἑρμαίου τετελευτηκότι ἀρουρῶν δέκα ἐννέα καὶ πρὸς παρὰ Φλαυίου Ἡρακλείου ἐν τῷ Λευκοπυργίτῃ κάτω Τερτονοσονουχ ἐκ τοῦ Θήρωνος κλήρου τοῦ χρόνου τῆς μισθώσεως πεπληροκότος ἀξιοῦμεν τοῦ δὲ τοῦ διαστολικοῦ ἀντίγραφον αὐτῷ μεταδοθῆναι ἤ ἀπὸ ἰδίας διὰ ὑπηρέτου ὅπως ἔχων ἔγγραπτον παραγγελίαν πρόνοιαν ποιήσηται τῆς γεωργίας τῶν ἀρουρῶν αὐτὸς ἀπὸ τοῦ εἰσιόντος η ἔτους καὶ εἰδῇ μὴ ἔχον πρὸς ἡμὰς περὶ …των. τὰ δὲ ἐπέτεια ἐκφόρια καὶ ὅσα ἄλλα ὀφείλομεν αὐτῷ ἀποδώσομεν τῷ δέοντι καιρῷ, χρησόμεθα δὲ τῷδε τῷ διαστολικῷ ἐν μ…τω δια…ατι. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Μεχεὶρ ……την εν…λ …