Ancient Greek
P.Lond. 3 p. 176-177 no. 1243
Documentary Papyri, P.Lond. 3 1243
Not analysed yet
Αὐρήλιος Κορνήλιος Εὐδαίμονος Ἑρμοπολείτης ἀναγραφόμενος ἐπʼ ἀμφόδου Φρουρίου Λιβὸς Αὐρηλίῳ Φοιβάμμωνι Ποσιδωνίου παγκρατιαστῇ περιοδονίκῃ Ῥωμαίῳ χρυσοστεφεῖ παραδόξῳ καὶ ὡς χρηματίζω χαίρειν· ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ διὰ χειρὸς ἐξ οἴκου χρῆσιν ἔντοκον κεφαλαίου τόκων δραχμιαίων ἀργυρίου παλαιοῦ Πτολεμαικοῦ νομίσματος δραχμὰς ἑκατὸν πεντήκοντα δύο γίνονται ἀργυρίου δραχμαὶ ρνβ ἃς καὶ ἀποδώσω σοι τῷ ὄντι μηνὶ Φαῶφι τοῦ ἐνεστῶτος ζ ἔτους ἀνυπερθέτως γεινομένης σοι τῆς πράξεως ἐκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Πρόβου Γερμανικοῦ μεγίστου Γοθεικοῦ μεγίστου Παρθικοῦ μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαῶφι β. Αὐρήλιος Κορνήλιος Εὐδαίμονος ἔσχον καὶ ἀποδώσω τὰς τοῦ ἀργυρίου δραχμὰς ἑκατὸν πεντήκοντα δύο ὡς πρόκειται