Ancient Greek
P.Lond. 3 p. 244 no. 1244
Documentary Papyri, P.Lond. 3 1244
Not analysed yet
τῷ δεσπότῃ μου καὶ ἀδελφῷ καὶ κυρίῳ τῆς ψυχῆς μου Κοπρέᾳ Ἑρμαπόλλων. προηγουμένως πολλά σε προσαγορεύω νυκτὸς καὶ ἡμέρας τῷ ὑψίστῳ θεῷ καὶ παρὰ πᾶσι ἀνθρώποις προσκυνῆσαί σου τὸ εὔμορφον καὶ ἱλαρὸν πρόσωπον πρωτοτύπως. μετὰ τὸν θεὸν ἄλλον ἀδελφὸν οὐκ ἔχω οὔτε φίλον γνήσιον οὔτε εὐπροαίρετον ἄνθρωπον εἰ μὴ σὺ μόνος. ὁ κύριος θεὸς γὰρ μαρτυρεῖ ὅτι οὔτε τὰς νύκτας κοιμῶμαι κλαίων καὶ εὐχόμενος καὶ παρακαλῶν τὸν θεὸν ἵνα σε ἀπολάβω εὐθυμοῦντα καὶ εὐπυγμοῦντα καὶ ὁλοκληροῦντα. ἐδήλωσέν με γὰρ ἡ μήτηρ μου περὶ τῶν εὐποιιῶν σου, κύριέ μου ἄδελφε, …ωται τῶν α… ἐμαρτυρήθῃ μοι δέ, κύριε μου ἄδελφε, ὑπὸ τῆς κυρίας μου Λούρας ὡς ἡ μήτηρ μου οὐκ ἐδυνήθη ἀπαντῆσαι πρὸς ἐμὲ διὰ τὸ μὴ ἔχειν …α καὶ …νμ… ἡ μήτηρ μου ὅτι γυ…υνα…το… κύριέ μου ἄδελφε, ὅτι ……τη… ἀπόδος τῷ δεσπότῃ μου …