Ancient Greek
P.Lond. 3 p. 227-228 no. 1249
Documentary Papyri, P.Lond. 3 1249
Not analysed yet
Φλαυίῳ Ὀλυμποδώρῳ τῷ καὶ Ἀσυνκριτίῳ πραιποσίτῳ α πάγου νομοῦ Ἑρμουπολείτου παρὰ Αὐρηλίου Ἀπόλλωνος Ὡρίωνος γνωστῆρος κώμης Πώεως τοῦ αὐτοῦ πάγου α ἰνδικτίονος. ἐπιζητοῦντί σοι τίνες εἴησαν γεωργοὶ τῶν ἀσυστάτων ὀνομάτων ἐπὶ τῆς αὐτῆς ἰνδικτίονος πρὸς τὸ διʼ αὐτῶν ἡ εἰσφορὰ γένηται τῶν δημοσίων τελεσμάτων ἀναγκαίως συστησάμενοι διὰ βρεβίου μετὰ πάσης ἀληθείας ἐπιδίδωμι τῇ σῇ ἐπιμελείᾳ ἐπομνύμενος τὸν θεῖον καὶ σεβάσμιον ὅρκον τῶν πάντα νικώντων δεσποτῶν ἡμῶν Αὐγούστων τοὺς ἑξῆς ἐνγεγραμμένους εἶναι γεωργοὺς καὶ μηδὲν ἐγκαλεῖσθαι μηδενὶ ἢ ψευσάμενος ἔνοχος ἔσομαι τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου κινδύνῳ καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔστι δέ· ὀνόματα κληρονόμοι Πινουτίωνος οἴνου ξέσται σλδ ἀχύρου λίρται υ διὰ Ἰσιδώρου Σαραπίωνος ἀπὸ Ἑρμουπολείτου νομοῦ τυγχάνοντος …ωνος ἀχύρου λίτραι υπ διὰ Ἀθηνοδώρου καὶ Ὡρίωνους γεούχων …Ὀλυπίου Ἀλεξάνδρου ἀχύρου λίτραι ρκ …ασπορω μετὰ τὴν ὑπατείαν Φλαυίων Ἀμαντίου καὶ Ἀλβίνου τῶν λαμπροτάτων Παχὼν ι. Αὐρήλιος Ἀπόλλων …μενος ὤμοσα τὸν θεῖον ὅρκον ὡς πρόκειται