Ancient Greek
P.Lond. 3 p. 226-227 no. 1248
Documentary Papyri, P.Lond. 3 1248
Not analysed yet
Φλαυίῳ Ὀλυμπιοδώρῳ τῷ καὶ Ἀσυνκριτίῳ πραιποσίτῳ καὶ Ἀχειλλεῖ Εὐδαίμονος ἀμφοτέροις χωματεπείκταις τῶν νοτινῶν μερῶν νομοῦ Ἑρμουπολίτου παρʼ Αὐρηλίων Πεβῆτος Κολλούθου καὶ Παίνιος …ἀμφοτέρων κωμάρχων κώμης Τα… τοῦ αὐτοῦ νομοῦ. δίδομεν καὶ εἰσαγγέλλομεν τοὺς ἑξῆς ἐγγεγραμμένους ὑδροφύλακας πρὸς τήρησιν τῶν διαφερόντων ἡμῶν διακόπου ὁρίων χωμάτων ὄντας εὐπόρους καὶ ἐπιτηδείους τῇ χρείᾳ κινδύνῳ ἡμῶν καὶ πάντων τῶν ἀπὸ τῆς ἡμετέρας κώμης ἐξ ἀλληλεγγύης. ἔστι δέ· Σιλβανὸς …νυχιος Βῆκις Παμονίου …ιων Τιθοῆτος Μαρῖνος Ταξ Ταυρῖνος Σιλβανοῦ Βάκκις Ῥάνιος …Ὀννώφριος Πευῆς Ἁτρῆτος …Παθώτου Ὧρος Πλουσίου οὕσπερ ἐγγυώμεθα καὶ παραστήσομεν ἡμεῖς αὐτοὺς ἀποπληροῦντας τὴν ἐνχειρισθεῖσαν αὐτοῖς χρείαν ἄχρι ἀμείψεως ἀμέμπτως. ἐὰν δέ τις αὐτῶν λειποτακτήσῃ καὶ μὴ παραστήσωμεν ἡμεῖς αὐτοὶ τὸν ὑπὲρ αὐτῶν λόγον ὑπομενοῦμεν καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ὑπατείας Φλαυίων Ἀμαντίου καὶ Ἀλβίνου τῶν λαμπροτάτων Ἐπεὶφ …οἱ προκείμενοι κωμάρχοι εἰσαγγέλλομεν τοὺς ἑξῆς ἐγγεγραμμένους ὡς πρόκειται. Αὐρήλιος Βησαρίων γνωστὴρ ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων.