Ancient Greek
P.Lond. 3 p. 280-281 no. 774
Documentary Papyri, P.Lond. 3 774
Not analysed yet
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαυίου Τιβερίου Κωνσταντίνου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους η ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους δ Φαῶφι ιδ ἰνδικτίονος α. τοῖς ὑπερφυεστάτοις κληρονόμοις τοῦ τῆς εὐκλεοῦς μνήμης Ἀπίωνος γεουχοῦσιν καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τοῖς ἰδίοις δεσπόταις τοῖς αὐτοῖς πανευφήμοις ἀνδράσιν τὴν ἀγωγὴν καὶ ἐνοχὴν Αὐρήλιος Ἰωάννης υἱὸς Ἄπα Σίωνος μητρὸς Νόννας ἀπὸ ἐποικίου Θώλθεως τοῦ Ὀξυρυγχίτου νομοῦ διαφέροντος τῇ ὑμῶν ὑπερφυίᾳ ἐναπόγραφος αὐτῆς γεωργὸς χαίρειν. χρείας καὶ νῦν γεναμένης εἰς τὰς ὑπʼ ἐμὲ γεουχικὰς μηχανὰς τοῦ πλαγίου ποταμοῦ Καιανες μεγάλων ἐργατῶν δύο ἀνελθὼν ἐπὶ τῆς πόλεως ἠξίωσα τὴν ὑμῶν ὑπερφυίαν ὥστε κελεῦσαί μοι διὰ τοὺς ὑμετέρους αὐτοὺς παρασχεθῆναι καὶ εὐθέως ἡ ὑμῶν ὑπερφυία πρόνοιαν ποιουμένη τῆς συστάσεως …χειρογραφία Ἰωάννου υἱοῦ Ἄπα Σίωνος ἀπὸ Θώλθεως ὑποδοχῆς