Ancient Greek
P.Lond. 3 p. 279 no. 775
Documentary Papyri, P.Lond. 3 775
Not analysed yet
βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους β Θὼθ ιδ ἰνδικτίονος α ἐν Ὀξυρύγχων πόλει. Φλαουίῳ Ἀπίωνι τῷ πανευφήμῳ καὶ ὑπερφυεστάτῳ ἀπὸ ὑπάτων ὀρδιναρίων καὶ πατρικίῳ γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῳ τῷ αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχὴν Αὐρήλιος Ἐπίμαχος ὁ καὶ Ἀπίμα υἱὸς Λαμίωνος μητρὸς Ἡραίδος ὁρμώμενος ἀπὸ ἐποικίου Ἑκκαιδεκάτου τοῦ Ὀξυρυγχίτου νομοῦ διαφέροντος τῇ ὑμῶν ὑπερφυίᾳ ἐναπόγραφος αὐτῆς γεωργὸς χαίρειν. χρείας καὶ νῦν γεναμένης εἰς τὴν ὑπʼ ἐμὲ γεουχικὴν μηχανὴν καλουμένην …ἀντλοῦσαν εἰς ἀρόσιμον γῆν …χειρογραφία Ἐπιμάχου …