Ancient Greek
P.Lond. 3 p. 21-22 no. 883
Documentary Papyri, P.Lond. 3 883
Not analysed yet
ἔτους κϛ Χοιὰχ κα. ἀπέδοτο Πετεαρσεμθεῦς Ἀλμάφιος παστοφόρος τῆς Ἀφροδίτης τὴν ὑπάρχουσαν αὐτῶι τε καὶ τοῖς ἀδελφοῖς δωδεκάτην μερίδα γὴν ἤπειρον σιτοφόρον τὴν οὖσαν ἐν τῶι ἀπὸ βορρᾶ πεδίωι Παθύρεως ἣν καὶ αὐτὸς ἐωνήσατο παρὰ Ταμούνιος τῆς Πατοῦτος ὧν αἱ γειτνίαι δεδήλωνται διὰ τῆς ὠνῆς. ἐπρίατο Πετεαρσεμθεῦς Πανεβχούνιος. βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Κλεοπάτρας τῆς ἀδελφῆς θεῶν Φιλομητόρων Σωτήρων ἔτους ἕκτου καὶ εἰκοστοῦ ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Χοιὰχ κα ἐν Παθύρει ἐφʼ Ἑρμίου ἀγορανόμου τῆς ἄνω τοπαρχίας τοῦ Παθυρίτου. ἀπέδοτο Πετεαρσεμθεῦς Ἀλμάφιος παστοφόρος τῆς Ἀφροδίτης ὡς ἐτῶν με μέσος μελίχρως τετανὸς μακροπρόσωπος εὐθύριν ὡς ἀριστερὸν τετρημένον τὴν ὑπάρχουσαν αὐτῶι τε καὶ τοῖς μετόχοις δωδεκάτην μερίδα γῆς ἠπείρου σιτοφόρου τῆς οὔσης ἐν τῶι ἀπὸ βορρᾶ πεδίωι Παθύρεως ἀδιαιρέτου λεγομένης Κοήτιος ἣν καὶ αὐτὸς ἐωνήσατο παρὰ Ταμούνιος τῆς Πατοῦτος ἐν σφραγῖδι μιᾶι ,γείτονες τῆς ὅλης γῆς νότου γῆ Καλίβιος πρεσβυτέρας ἣς κρατοῦσιν οἱ υἱοί, βορρᾶ γῆ Φατρέους τοῦ Χενσθώτου, ἀπηλιώτου γῆ Ἀέους τοῦ Ἁρμαχόρου, λιβὸς περίχωμα ἢ οἳ ἂν ὦσιν γείτονες πάντοθεν. ἐπρίατο Πετεαρσεμθεῦς Πανεβχούνιος. προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Πετεαρσεμθεῦς Ἀλμάφιος ὁ ἀποδόμενος ὃν ἐδέξατο Πετεαρσεμθεῦς Πανεβχούνιος ὁ πριάμενος. Ἑρμίας κεχρημάτικα.