Ancient Greek
P.Lond. 3 p. 1 no. 887
Documentary Papyri, P.Lond. 3 887
Not analysed yet
……παρʼ αὐτοῦ ἐγμεμίσθωκεν τὰ ἄνω μέρη, αὐτὸς δὲ εἰσῳκίσται εἰς δύο οἰκήματα ἐν τῆι αὐλῆι καὶ ἀνῳκοδόμηκεν ἐν τῆι αὐλῆι κλίμακα φέρουσαν εἰς ἀλλοτρίαν οἰκίαν ὑπάρχουσαν πρὸς τῆι οἰκίαι ἐπὶ τῆς κλίμακος καὶ εἶτα προπίνων τὰ ἐμὰ ἑτέρωι Αἰγυπτίωι λήμματος ἕνεκεν καὶ νῦν ἐπὶ οἷς κρατῶ τόποις ἐπελθὼν ἐγβέβληκέ με ἐκ τῶν ἐμῶν μερῶν τῆς αὐλῆς τῆι βίαι χρώμενος. δέομαι οὖν σου εἰσορᾶν καὶ ἀνακαλεσάμενον αὐτὸν ἐπισκέψασθαι περὶ τούτων καὶ ἂν ᾖ ταῦτα ἀληθῆ ἐπαναγκάσαι αὐτὸν ἐκχωρῆσαί μοι τῶν ἐμῶν μερῶν, ἵνα διὰ σοῦ τοῦ δικαίου τύχω. εὐτύχει.