Ancient Greek
P.Lond. 3 p. 167-168 no. 890
Documentary Papyri, P.Lond. 3 890
Not analysed yet
ἀντίγραφον διαγραφῆς διὰ τῆς Ἑρμαίου ἰδιωτικῆς τραπέζης. ἔτους κδ Καίσαρος Τῦβι κε Ἀπολλώνιος Ἑρμίου Ἡρακλήῳ Ζήνωνος εἰς ἀναπλήρωσιν τιμῆς βοῶν πέντε ὧν τρεῖς πυρραὶ καὶ λευκαὶ δύο τὰς λοιπὰς ἀργυρίου δραχμὰς ἑξήκοντα γίνονται δραχμαὶ ξ. Ἡράκλης Ζήνωνος ἐπηκολούθηκα τῇ προκειμένῃ διαγραφῇ καὶ ἔχω εἰς συμπλήρωσιν τιμῆς βοῶν πέντε ὧν τρεῖς πυρραὶ καὶ δύο λευκαὶ τὰς λοιπὰς ἀργυρίου δραχμὰς ἑξήκοντα γίνονται δραχμαὶ ξ καθότι πρόκειται. ἔτους κδ Καίσαρος Τῦβι κε. διαγραφὴ πράσεως ζευγῶν …ἀργυρίου δραχμῶν ξ