Ancient Greek
P.Lond. 3 p. 172-173 no. 920
Documentary Papyri, P.Lond. 3 920
Not analysed yet
Ὧρος ἐπικεκλημένος Ὡρίων Ὀννώφριος τοῦ καὶ Χαιρήμονος στολιστὴς Σούχου θεοῦ μεγάλου μεγάλου καὶ τῶν συννάων θεῶν καὶ ὡς χρηματίζω Ἥρωνει Ἀχιλλᾶτος μισθωτῇ χαίρειν· ἀπέχω παρὰ σοῦ τὸν φόρον τοῦ κήπου ὑπὲρ τοῦ πεντεκαιδεκάτου ἔτους καὶ ἀπέχω ὑπὲρ φόρου τοῦ θησαυροῦ ἀπὸ Παχὼν τοῦ ἔτους πεντεκαιδεκάτου μέχρι Φαρμοῦθι τοῦ ἑκκαιδεκάτου ἔτους. ἔτους ιϛ Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Φαρμοῦθι ιζ.