Ancient Greek
P.Lond. 3 p. 133-134 no. 921
Documentary Papyri, P.Lond. 3 921
Not analysed yet
Ἥρωνι βασιλικῷ γραμματεῖ Φθεμφουθίτου …Σαραπίων Ποτάμωνος ἀρχιερατεύσας τῆς Ταυαειτῶν πόλεως τῶι τιμιωτάτῳ χαίρειν· ἐπεὶ συνεχωρήθη ὁ πάτηρ μου Ποτάμων ὑπὸ Μάγνου τοῦ κρατίστου ἀναγαγεῖν εἰς ἄμπελον ἐν νομῷ Φθεμφουθίτῳ ἀρούρας ϛ καὶ ταύτας τ… ἀνήγαγεν ἐν μόναις ἀρούραις δ, καὶ προσεπιζητοῦντί σοι εἰ ἄλλοτε ἦσαν ἐν ἀμπέλῳ προσεφώνησα ταύτας γεγονέναι ἐν ἀμπέλῳ ἔτι ἀπὸ θεοῦ Τραιανοῦ χρόνον καὶ εἰς ἀπόδειξιν ὑπεθέμην σοι τὰ ὑπογεγραμμένα …