Ancient Greek
932.int.17 to 932.int.26
Documentary Papyri, P.Lond. 3 932.int.17-26
Not analysed yet
ὁμοίως ἀλλʼ εἶναι ὑμῶν μόνων τῶν περὶ τὸν Ἑρμεῖνον τὸν καὶ Μῶρον καὶ Θεόγνωτον τὰ πάντα ἐπὶ τὸν ἀεὶ χρόνον περὶ ὧν ἐξέσται αὐτοῖς χρᾶσθαι καὶ οἰκονομεῖν ὡς ἐὰν αἱρῶνται ἀνεμποδίστως οὐδεμίας μοι ἀφορμῆς ἐπʼ αὐτοὺς περὶ αὐτῶν καταλειπομένης ἐπὶ τῷ καὶ αὐτοῦς ὅσα ὀφείλει ὁ πατὴρ δάνεια ἤτοι ἰδιωτικὰ ἢ δημόσια καὶ ἄλλα πάντα ἀποδιδόναι καὶ τῆς μητρὸς ὁμοίως εἰς τὸ καὶ ἐμὲ ἀπερίσπαστον καὶ ἀζήμιον καὶ ἀπαρενόχλητον γενέσθαι περὶ πάντων ὡς πρόκειται καὶ τρέφειν αὐτοὺς μόνους καὶ ἱματίζειν τὴν μητέρα ἐπὶ τὸν τῆς ζωῆς αὐτῆς χρόνον καὶ ἂν μεταλλάξῃ κηδεύειν αὐτοὺς αὐτὴν ἀπαρενόχλητος γεινόμενος καὶ τούτων ἕνεκεν. ἔτους ιθ Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Βρεταννικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Βρεταννικῶν Μεγίστων Εὐσεβῶν Σεβαστῶν Μεχεὶρ ιβ. Ἰσίδωρος Ἑρμαίου οὐκ ἐνκαλῶ οὐδʼ ἐνκαλέσω ὡς πρόκειται. Θεόγνωστος Ἑρμαίου ἀπαρενόχλητόν σε ποιήσω ὡς πρόκιται καὶ ἔγραψα ὑπὲρ τοῦ ἀδελφοῦ μου ἐπὶ τοῖς αὐτοῖς μὴ εἰδότος γράμματα.