Ancient Greek
P.Lond. 3 p. 29-30 no. 935
Documentary Papyri, P.Lond. 3 935
Not analysed yet
ἀμφοδογραμματεῦσι Φρουρίου Λιβὸς παρὰ Αὐρηλίου Ἑρμείνου τοῦ καὶ Μώρου Ἑρμαίου τοῦ καὶ Παθώτου Ἀχιλλέως μητρὸς Σουεροῦτος Κάστορος Ἑρμοπολίτου ἀπὸ γυμνασίου ἀναγραφομένου ἐπὶ Πόλεως Ἀπηλιώτου. ἀπογράφομαι κατὰ τὰ κελευσθέντα ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος Οὐαλερίου Δάτου εἰς τὴν κατʼ οἰκίαν ἀπογραφὴν τοῦ κδ ἔτους Αὐρηλίου Σεουήρου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου εἰς κτητικὸν σταθμὸν τοῦ πατραδέλφου μου Ἑρμείνου Ἀχιλλέως τετελευτηκότος ἐπὶ τῷ πατρί μου κληρονόμῳ ὁλοκλήρου οἰκίας καὶ αὐλῆς καὶ ἀνηκόντων πάντων ἐπὶ Φρουρίου Λιβὸς ιδ ἐμαυτὸν Αὐρήλιον Ἑρμεῖνον τὸν καὶ Μῶρον τὸν προγεγραμμένον ἀπὸ γυμνασίου Πόλεως Ἀπηλιώτου ἐτῶν μθ Αὐρήλιον Θεόγνωστον τὸν καὶ Μῶρον ἀδελφόν μου τῶν αὐτῶν γονέων ἀπὸ γυμνασίου τοῦ αὐτοῦ ἀμφόδου Πόλεως Ἀπηλιώτου ἐτῶν λϛ καὶ ὀμνύω τὴν Αὐρηλίου Σεουήρου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου τύχην οὕτως ἔχειν. ἔτους κε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ, Φαμενὼθ ιϛ. Αὐρήλιος Ὠριγένης ἐν κλήρῳ ἔσχον ἴσον.