Ancient Greek
P.Lond. 3 p. 150 no. 938
Documentary Papyri, P.Lond. 3 938
Not analysed yet
……εις σπορὰν πυροῦ και… …ματ ἐκφορίου ἀποτάκτου πυροῦ ἀρτάβας δεκαπέντε καὶ ἀργυρίου δραχμὰς ἑξήκοντα ἃς καὶ ἀποδώσω καὶ μετρήσω τῷ Παῦνι μηνὶ τὸ μὲν ἀργύριον δόκιμον ἀρεστὸν νομιτευόμενον, τὸν δὲ πυρὸν μετρήσω εἰς τὸν δημόσιον θησαυρὸν πρώτῃ μετρήσει μίαν δοχικῷ ἀντὶ μιᾶς Ἀθηναίου καὶ ἐποίσω μέτρησιν καθαρὰν εἰς ὄνομά σου τῶν δημοσίων τῆς γῆς καὶ ἐπιμερισμῶν πάντων ὄντων πρὸς σὲ τὴν γεοῦχον. ἔτους ε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαῶφι ιϛ.