Ancient Greek
P.Lond. 3 p. 174-175 no. 939
Documentary Papyri, P.Lond. 3 939
Not analysed yet
Αὐρήλιος Κοπρέας Εὐδαίμονος μητρὸς Δημητρίας Ἑρμοπολίτης ἀναγραφόμενος ἐπὶ Πόλεως Ἀπηλιώτου ὡς ἐτῶν μγ οὐλὴ παρὰ γόνυ δεξιὸν καὶ ὀφρύι δεξιῷ ὀφθαλμοῦ Αὐρηλίῳ Θεογνώστῳ τῷ καὶ Μώρῳ Ἑρμαίου ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν· ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ διὰ χειρὸς ἐξ οἴκου χρῆσιν ἔντοκον δραχμιαῖον κεφαλαίου κε…ου ἀργυρίου δραχμὰς ἑξήκοντα τέσσαρας γίνονται ἀργυρίου δραχμαὶ ξδ ἃς καὶ ἀποδώσω σοι τῷ Μεχεὶρ μηνὶ τοῦ ἐνεστῶτος ε ἔτους Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου ἀνυπερθέτως γεινομένης σοι τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἁθὺρ ε. Α…ρα… Ἀπολ ἔγραψα τὸ σῶμα. Αὐρήλιος Κοπρέας Εὐδαίμονος ἔσχον καὶ ἀποδώσω ὡς πρόκειται. Αὐρήλιος …μων ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.