Ancient Greek
P.Lond. 3 p. 117-118 no. 940
Documentary Papyri, P.Lond. 3 940
Not analysed yet
βιβλιοφύλαξιν ἐνκτήσεων Ἑρμοπολίτου παρὰ Αὐρηλίων Ἑρμείνου τοῦ καὶ Μώρου καὶ Θεογνώστου τοῦ καὶ Μώρου ἀμφοτέρων Ἑρμαίου τοῦ καὶ Παθώτου Ἀχιλλέως μητρὸς Σουεροῦτος Ἑρμοπολιτῶν ἀναγραφομένων ἐπʼ ἀμφόδου Πόλεως Ἀπηλιώτου. ἀπογραφόμεθα εἰς τὸ ἐνεστὸς ϛ ἔτος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου ἀπὸ κληρονομίας τοῦ πατραδέλφου ἡμῶν Ἑρμείνου Ἀχιλλέως ἀναγραφομένου ἐπὶ Πόλεως Ἀπηλιώτου τετελευτηκότος ἀτέκνου καὶ ἀδιαθέτου ἐπί τε ἡμῖν καὶ ἑτέρῳ ἀδελφῷ Ἰσιδώρῳ τῶν αὐτῶν γονέων μόνοις κληρονόμοις τὸ καθʼ ἡμᾶς δίμοιρον μέρος ὁλοκλήρου οἰκίας καὶ αὐλῆς καὶ χρηστηρίων καὶ ἀνηκόντων πάντων ἐν Ἑρμοῦ πόλει ἐπʼ ἀμφόδου Φρουρίου Λιβός. διὸ ἀναφέρομεν καὶ ὀμνύομεν τὴν Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου τύχην οὕτως ἔχειν. ἔτους ϛ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἁθὺρ γ. Αὐρήλιος Ἀρτεμίδωρος βουλευτὴς βιβλιοφύλαξ διὰ Αὐρηλίου Σαραπάμμωνος γραμματέως. παρακειμένου τῷ ὀνόματι τοῦ πατραδέλφου ὑμῶν μηδὲν αὐτὸν τὸ σύνολον λοιπογραφεῖσθαι καὶ ἀδήλου ὄντος εἰ ὑμῖν διαφέρει ἡ κληρονομία αὐτοῦ, ἔσχον ἴσον.