Ancient Greek
P.Lond. 3 p. 119-120 no. 942
Documentary Papyri, P.Lond. 3 942
Not analysed yet
βιβλιοφύλαξιν ἐνκτήσεων Ἑρμοπολίτου παρὰ Αὐρηλίου Θεογνώστου τοῦ καὶ Μώρου Ἑρμαίου τοῦ καὶ Παθώτου Ἀχιλλέως Ἑρμοπολίτου ἀναγραφομένου ἐπὶ Πόλεως Ἀπηλιώτου ἀπογράφομαι εἰς τὸ ἐνεστὸς ϛ ἔτος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου μετʼ εὐδοκήσεως τοῦ Ἰσιδώρου ἀδελφοῦ μου τῶν αὐτῶν γονέων ἀναγραφομένου ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου ὃ ἠγόρασα παρʼ αὐτοῦ κατὰ διαγραφὴν τραπέζης τῷ αὐτῷ ϛ ἔτει μηνὶ Μεσορὴ τρίτον μέρος οἰκίας καὶ αὐλῆς καὶ χρηστηρίων καὶ ἀνηκόντων πάντων καὶ εἰσόδου καὶ ἐξόδου ἐν Ἑρμουπόλει ἐπὶ Φρουρίου Λιβός, τῆς δὲ διαγραφῆς τὸ ἀντίγραφον ἐν ἐκτάκτῳ ὑμῖν ἐπήνεγκα. διὸ ἀναφέρω καὶ ὀμνύω τὴν Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ τύχην οὕτως ἔχειν. ἔτους ϛ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Μεσορὴ ζ. Αὐρήλιος Θεόγνωστος ὁ καὶ Μῶρος Ἑρμαίου ἐπιδέδωκα καὶ ὤμοσα τὸν ὅρκον. Αὐρήλιος Ἰσίδωρος Ἑρμέου εὐδοκῶ αὐτῷ. Αὐρήλιος Χαιρήμων ὁ καὶ Διόσκορος βουλευτὴς βιβλιοφύλαξ διὰ …γραμματέως ἔσχον ἴσον.