Ancient Greek
P.Lond. 3 p. 175-176 no. 943
Documentary Papyri, P.Lond. 3 943
Not analysed yet
Αὐρήλιος Θεόγνωστος ὁ καὶ Μῶρος Ἑρμαίου τοῦ καὶ Παθώτου Ἀχιλλέως Ἑρμοπολίτης ἀναγραφόμενος ἐπὶ Πόλεως Ἀπηλιώτου Αὐρηλίᾳ Διοσκοροῦτι ἀδελφῇ μου τῶν αὐτῶν γονέων μετὰ τοῦ αὐτῆς κυρίου Αὐρηλίου Πινουτίωνος τοῦ καὶ Κοπρέουχαίρειν· ὁμολογῶ ἔχειν παρὰ σοῦ ἐν παραθέσει ἀκίνδυνον παντὸς κινδύνου καὶ ἀνυπόλογον παντὸς ὑπολόγου ἀργυρίου δραχμὰς ἑξακοσίας γίνονται ἀργυρίου δραχμαὶ χ ἅσπερ ἀποκαταστήσω σοι ὁπηνίκα ἐὰν αἱρῇ ἀνυπερθέτως ἢ ἐκτείσω κατὰ τὸν τῶν παραθηκῶν νόμον γεινομένης σοι τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ϛ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Μεσορὴ ζ. Αὐρήλιος Ἀλκιμίων ὁ καὶ Ἀγαθὸς Δαίμων ἔγραψα τὸ σῶμα. Αὐρήλιος Θεόγνωστος ὁ καὶ Μῶρος Ἑρμαίου ἔχω καὶ ἀποκαταστήσω τὰς δραχμὰς ἑξακοσίας ὡς πρόκιται.