Ancient Greek
P.Lond. 3 p. 31-32 no. 946
Documentary Papyri, P.Lond. 3 946
Not analysed yet
γραμματεῦσι πόλεως παρὰ Αὐρηλίου Θεογνώστου τοῦ καὶ Μώρου Ἑρμαίου τοῦ καὶ Παθώτου Ἀχιλλέως μητρὸς Σεουροῦτος Κάστορος Ἑρμοπολίτου ἀπὸ γυμνασίου ἀναγραφομένου ἐπὶ Πόλεως Ἀπηλιώτου ἀπογράφομαι κατὰ τὰ κελευσθέντα ὑπὸ Κλαυδίου Μασκουλείνου τοῦ διασημότα ἡγεμονεύσαντος καὶ Μάρκου Αὐρηοῦλιου Ζήνωνος Ἰανουαρίου τοῦ λαμπροτάτου στρατηλάτου εἰς τὴν τοῦ διελθόντος θ ἔτους κατʼ οἰκίαν ἀπογραφὴν εἰς …προαπέσχον …ο… καὶ αὐτ ……ἐμαυτὸν Αὐρήλιον Θεόγνωστον τὸν καὶ Μῶρον ἀπὸ γυμνασίου ἐτῶν ν Αὐρηλίαν Διοσκοροῦν ἀδελφήν μου τῶν αὐτῶν γονέων ἀπὸ γυμνασίου ἐτῶν μδ καὶ ὀμνύω τὴν τοῦ κυρίου Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ τύχην οὕτως ἔχειν. ἔτους ι Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Παχὼν ιζ. Αὐρήλιος Θεόγνωστος ὁ καὶ Μῶρος ἐπιδέδωκα καὶ ὤμοσα τὸν ὅρκον. Αὐρήλιος Ἀπολλώνιος ἔσχον ἴσον. Αὐρήλιος Ἀμμωνίων ἔσχον ἴσον.