Ancient Greek
P.Lond. 3 p. 219-220 no. 948 Ro
Documentary Papyri, P.Lond. 3 948r
Not analysed yet
ἐναύλωσεν Αὐρήλιος Ἡρακλῆς Διοσκόρου ἀπὸ Ἀνταίου πόλεως κυβερνήτης ἰδίου πλοίου ἀγωγῆς ἀρταβῶν διακοσίων πεντήκοντα ἀσήμου Αὐρηλίῳ Ἀρείῳ Ἡρακλείδου βουλευτῇ τῆς Ἀρσινοειτῶν πόλεως πρὸς ἐμβολὴν λαχανοσπέρμου ἀρταβῶν διακοσίων πεντήκοντα ἐπὶ τῷ ἐμβαλέσθαι ἀπὸ ὅρμου Ἄλσους μητροπόλεως μέχρι ὅρμου τοῦ Ὀξυρυγχείτου ναύλου τοῦ συμφωνηθέντος ἀργυρίου δραχμῶν ἑκατὸν καθαρῶν ἀπὸ πάντων ἀφʼ ὧν ἐντεῦθεν ἔσχεν ἀργυρίου δραχμὰς τεσσεράκοντα, τὰς δὲ λοιπὰς δραχμὰς ἑξήκοντα ἀπολήμψεται ἅμα τῇ παραδόσει, ἅπερ φορτία παραδώσει σῶα καὶ ἀκακούργητα ἀπὸ ναυτικῆς κακουργίας λαμβάνοντος αὐτοῦ πρὸς ἐμβολὴν ἡμέρας δύο ἀπὸ τῆς κε καὶ ὁμοίως πρὸσ ἀνάπλουν αὐτοῦἐν τῷ Ὀξυρυγχείτῃ ἡμέρας τέσσαρας, μεθʼ ἃς ἐὰν παρακατασχεθῇ λήμψεται ὁ κυβερνήτης ἡμερησίως δραχμὰς δεκαὲξ ἑαυτῷ παρεχόμενος ὁ κυβερνήτης τοὺς αὐτάρκεις ναύτας καὶ τὴν τοῦ πλοίου πᾶσαν ἐπιχρείαν, λήμψεται δὲ ὁμοίως ὑπὲρ σπονδῆς ἐν τῷ Ὀξυρυγχείτῃ οἴνου κεράμιον. ἡ ναυλωτικὴ κυρία. Αὐρήλιος Ἡρακλῆς νεναύλωκα καὶ ἔσχον ἐπὶ λόγου τὰς δραχμὰς τεσσαράκοντα ὡς πρόκειται. ἔτους γ Αὐτοκράτορος Καίσαρος Γαίου Ἰουλίου Οὐήρου Μαξιμείνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ καὶ Γαίου Ἰουλίου Οὐήρου Μαξίμου τοῦ ἱερωτάτου Καίσαρος Σεβαστοῦ υἱοῦ τοῦ Σεβαστοῦ Φαῶφι κβ.