Ancient Greek
p.lond 3 948v
Documentary Papyri, P.Lond. 3 948v
Not analysed yet
παρὰ Ἡρακλείδου. γεμίσατε …τὰ κτήνη τουπιον ξύλων καυσίμων καλῶν καὶ ἀνερχέσθω ἐὰν ἦν παυσάμενος τοῦ ἀχύρου. ἀλλὰ μὴ ἀμελήσητε. γράφεται ἡμῖν, ὅτι ἐξερχέσθω Ἡρακλείδης τῇ α. ἐὰν οὖν μὴ σχολάσῃ ἐγὼ ἐξέρχομαι. καὶ περὶ κέρματος γράφε. γεινέσθω οὖν ὁ Σύρος πρὸς τοὺς ποιμένας. ὁ μὲν Ἀπύγχις εἶχε δραχμὰς τ καὶ Αταις δραχμὰς ρ. ὁ Σύρος οἶδεν τί ἀπὸ τούτων ἔλαβεν ἀπαιτησάτω σοι τὸ παρὸν λοιπόν ἐρρῶσθαί σε εὔχομαι. Ἡρωνείνῳ καὶ Σύρῳ φροντισταῖς. ἔτους δ Μεχεὶρ κ