Ancient Greek
P.Lond. 3 p. 210 no. 962
Documentary Papyri, P.Lond. 3 962
Not analysed yet
παρὰ Ἡρακλείδου. γενοῦ πρὸς Αταιν τὸν ποιμένα καὶ δέξαι παρʼ αὐτοῦ δραχμὰς διακοσίας καὶ ἔχε αὐτὰς εἴς τε περιχωματισμὸν ἢ καὶ λόγον ὀψωνίων. ὡς ἐὰν θέλῃς διοίκησον αὐτὰς ἕως κατέλθῃ Διόδωρος καὶ συναρῇ τοιαύτοις. ἐρρῶσθαί σε εὔχομαι. Ἡρωνείνῳ πατρί. ἔτους β Θὼθ ιη