Ancient Greek
P.Lond. 3 p. 211-212 no. 964
Documentary Papyri, P.Lond. 3 964
Not analysed yet
Μεσορὴ κη Φιλοξᾶς εἰσάγων φακοῦ ἀρτάβας β καὶ ὁ αὐτὸς κρομύου ἀρτάβαι β Πολυδεύκης εἰσάγων οἴνου κεράμια ϛ κθ Ἑρμῆς λ Ψάμες εἰσάγων θέρμων ἀρτάβην α Ὧρος εἰσάγων θέρμων ὄνους β ἀρτάβας ϛ Σεραπάμμωνι παρὰ Ἀπολλωνίου. βλέπε μὴ ἐπιλάθῃ μηδὲν τοὺς στεφάνους καὶ τὰ τάβλια καὶ ἀγόρασον στάμνον ἑψέματος καὶ λαβὼν κοτύλας τόσας φακῶν ἵνα ἀρκέσῃ ἡμῖν καὶ τὰ λάχανα πρὸς Σερῆνον σεῦτλα καὶ ἄλλα λάχανα καὶ τοῖς παιδίοις χρυστουμίνους καὶ ἄλλα μέτρια εἰσκρέμασαι εἰς τὸν νυμφῶνα καὶ πλακόντια Ἀλεξανδρινὰ ……φ …ρια …τετράδι κάτελθε. μὴ οὖν ἀμελήσῃς περὶ τοῦ μελιεφθίου ἐπεὶ χρείαν ἔχει ὁ Μύνιος …ἀπόδος Σεραπάμμωνι μισθωτῇ ἐρημοφυλακίας