Ancient Greek
P.Lond. 3 p. 213 no. 973 b
Documentary Papyri, P.Lond. 3 973b
Not analysed yet
Ψενῆσις Ἀτοῦφι τῶι φιλτάτωι χαίρειν· πρὸ μὲν πάντων τὸ προσκύνημά σου ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ τοῖς πατρῴοις θεοῖς. γεινώσκειν σε θέλω ὅτι δικάζομαι χάριν τῶν τοῦ ἀδελφοῦ μου καὶ οὐ δύναμαι ἄρτι ἐλθεῖν πρὸς σὲ καὶ μὴ δόξῃς με ἀλόγως ἀπεληλυθέναι ἀπὸ σοῦ ……ν καὶ Τρυφᾶν ἐρρῶσθαί σε εὔχομαι.