Ancient Greek
P.Lond. 3 p. 115-116 no. 974
Documentary Papyri, P.Lond. 3 974
Not analysed yet
…τῆς Ἑρμουπόλεως ἀναγραφόμενον ἐπὶ τοῦ ἀμφόδου Φρουρίου Ἀπηλιώτου καρπώνην ὑπηρετοῦντα τῇ πόλει ἐν τῇ παραφορᾷ τῶν κατὰ καιρὸν εἰδῶν ὀπωριμείων πάντων τῶν ἐνφερομένων τῇ αὐτοῦ χρείᾳ ἀνενδεῶς καὶ ἀδιαλείπτως ὃν καὶ παραστήσω ὁπηνίκα ἐὰν ἐπιζητηθῇ ἐκτελοῦντα τὰς προκειμένας χρείας. ἐὰν δὲ μὴ παραστήσω ἐγὼ αὐτὸς τὸν ὑπὲρ αὐτοῦ λόγον ὑπομενῶ ἢ ἔνοχος ἔσομαι τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου κινδύνῳ καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ιδ τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ β ἔτους τῶν κυρίων ἡμῶν Σεουήρου καὶ Μαξιμίνου τῶν ἐπιφανεστάτων Καισάρων Παῦνι β… ἐπιφανεστάτων Καισάρων τύχην ἑκουσίως καὶ αὐθαιρέτως ἐνγεγυῆσθαι Αὐρήλιον Ἀχιλλέα Ἀχιλλέως μητρὸς Ταβίνιος ἀπὸ τῆς Ἑρμουπόλεως ἀναγραφόμενον ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου Φρουρίου Ἀπηλιώτου καρπώνην ὑπηρετοῦντα τῇ πόλει ἐν τῇ παραφορᾷ τῶν κατὰ καιρὸν εἰδῶν ὀπωριμείων πάντων τῶν ἐνφερομένων τῇ αὐτοῦ χρείᾳ ἀνενδεῶς καὶ ἀδιαλείπτως ὃν καὶ παραστήσω ὁπηνίκα ἐὰν ἐπιζητηθῇ ἐκτελοῦντα τὰς προκειμένας χρείας. ἐὰν δὲ μὴ παραστήσω ἐγὼ αὐτὸς τὸν ὑπὲρ αὐτοῦ λόγον ὑπομενῶ ἢ ἔνοχος ἔσομαι τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου κινδύνῳ καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ιδ τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ Σεβαστῶν …