Ancient Greek
P.Lond. 3 p. 230-231 no. 976
Documentary Papyri, P.Lond. 3 976
Not analysed yet
…φακοῦ ἀρτάβας τέσσαρας ἥμισυ γίνονται φακοῦ ἀρτάβαι δ 𐅵ἃ καὶ ἀποδώσομεν καὶ μετρήσομεν ἐν Παῦνι καὶ Ἐπεὶφ μησὶ τοῦ ἐνεστῶτος ἔτους γ ἰνδικτίωνος ἀνυπερθέτως φακὸν νέον καθαρὸν ἄδολον ἄβωλον ἄκριθον κεκοσκινεύμενον τοῦ σοῦ καθαριζομένου καὶ μετροῦντες μέτρῳ ᾧ καὶ παρειλήφαμεν ἐφʼ ἁλώνων τῆς αὐτῆς κώμης γινομένης σοι τῆς πράξεως ἔκ τε ἡμῶν ἢ ἐκ τῶν ὑπαρχόντων ἡμῶν πάντων καθάπερ ἐκ δίκης. τὸ γράμμα κύριον ὃ καὶ δισσόν σοι ἐξεδόμεθα καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου καὶ Λικιννίου Σεβαστῶν τὸ δ. Αὐρήλιος Ἀμμεννιανὸς Σιλβανοῦ μεμέτρημαι καὶ μετρήσω ὡς πρόκειται. Αὐρήλιος Λάμμων Λάϊος μεμέτρημαι καὶ μετρήσω ὡς πρόκειται. Αὐρήλιος Ἁτρῆς Πανεῦτος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα