Ancient Greek
P.Lond. 3 p. 230 no. 975
Documentary Papyri, P.Lond. 3 975
Not analysed yet
Αὐρηλία Ταμοῦνις Σιλβανοῦ μητρὸς Σαραπιάδος ὡς ἐτῶν μη οὐλὴ πλαγίῳ ἀντικνημίῳ δεξιοῦ ποδὸς ἀπὸ κώμης Σενβείχεως Αὐρηλίᾳ Ἰσιδώρᾳ τῇ καὶ Εὐδαιμονίδι ἀπὸ τῆς λαμπροτάτης Ἀντινοέων πόλεως χαίρειν· ὁμολογῶ μεμετρῆσθαι παρὰ σοῦ διὰ χειρὸς ἐξ οἴκου χρῆσιν ἔντοκον κεφαλαίου σὺν τόκῳ ἀράκου μὲν ἀρτάβας τρεῖς καὶ τ…μιου ἀρτάβην μίαν ἥμισυ …ἑκάστων γενῶν ἀνεμετρήθην ἐπὶ τὸ αὐτὸ τέσσαρας ἥμισυ . ὅμοια δέ σοι μετρήσω μέτρῳ σῷ ἐν τῷ Ἐπεὶφ μηνὶ τῆς φανησομένης εὐτυχῶς ὑπατείας ἀνυπερθέτως γινομένης σοι τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης. τὸ γράμμα κύριον ὃ καὶ ἁπλοῦν σοι ἐξεδόμην πρὸς ἀσφάλειαν καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου καὶ Λικιννίου Σεβαστῶν τὸ γ Τῦβι κ. Αὐρηλία Ταμοῦνις Σιλβανοῦ μεμέτρημαι ἑκάστων γενῶν ἀρτάβας τέσσαρας ἥμισυ καὶ μετρήσω ὡς πρόκειται. Αὐρήλιος Ὡριγένης Ἀμμωνίου ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίας.