Ancient Greek
1674.ctr.88 to 1674.Fr.2
Documentary Papyri, P.Lond. 5 1674.ctr.88-1674.Fr.2
Not analysed yet
τοῦ δανειστοῦ προσότητα πάντα ταῦτα μετρεῖν καὶ ἐμεμετρήκεμεν τὰ δημόσια καὶ τὰ δάνεια. ὁ γὰρ ας… …της τε ασ…ομ… πραιδευομένους κ… τὴν μεγάλην ἡμῶν στένωσίν τε καὶ ἀπορίαν κατέμαθεν πράττων ὁ πανεύφημος πατρίκιος Ἀθανάσιος ὅτι δὴ ἐν χειμῶνι τρώξιμα κατεσθίομεν ἀντὶ τροφῆς ἄρτου καὶ οὐδὲν ἡμῖν ὑπολέλειπται σὺν τέκνοις ἡμῶν ἐκ τῶν γῃδίων εἰς ἀποτροφὴν· ἀπὸ λεπτοκτητόρων γὰρ σύγκειται ἡ κώμη. κατελέησεν ἡμᾶς τότε προσέταξεν μηδὲν ἀπαιτῆσαι εἰ μὴ αὐτὰ μόνα τὰ ξηρὰ δημόσια καὶ ἕως ἄρτι εὐχαριστοῦμεν τῷ Θεῷ ἐπὶ τούτῳ ……ασ…π… θάλψοντα τοῖς ἀθλίοις λεπτοκτήτορσι …εἰ παρασταίη προστάξαι ἐπί τε δελτίῳ πάντα τὰ καθʼ ἡμᾶς δια… …ζωθῆναι εἴς τε ἐκδίκησιν πᾶσαν καὶ κατόρθωσιν τοῦ μεῖναι δυνάσθαι ἡμᾶς ἐν τοῖς ἰδίοις ἀδιαστρόφως καὶ ἀταράχως καὶ μὴ ἀναγκασθῆναι πλάζεσθαι …κ… τῆς ἡμῶν πατρίδος ὑπο …ήμεθα καὶ μετὰ τὴν αὐτῶν ἀποβίωσιν ὀρφανοὶ …γεγόναμεν ὡς ὁρᾶτε τὴν ἡλικίαν καὶ ἐξεσπάσθημεν τῆς τοῦ θειοτάτου …η…η… …ρμ… …ταύτην τὴν κώμην ……ον…αντω… …νωνος τοῦ ……κησις ομ…