Ancient Greek
P.Lond. 5 1675
Documentary Papyri, P.Lond. 5 1675
Not analysed yet
……ων ἐνορκοῦντες τὴν εὔκλειαν ὑμῶν κατὰ τῆς ἀχράντου Τριάδος καὶ τῆς ὑμῶν σωτηρίας καὶ τοῦ ἀνικήτου ἡμῶν καὶ κρατίστου βασιλέως μὴ παρορᾶν ἡμᾶς θλιβομένους καὶ καταπονουμένους ἐν οἵῳ δήποτε πράγματι. πρὸς ὑμᾶς γὰρ τὴν ὁρμὴν ἡμῶν πεποιήκαμεν ἐκδεχόμενοι τὸ ὑμέτερον ἔλεος καθάπερ οἱ ἐν τῷ Ἅϊδῃ ἐξεδέχοντο τὴν τοῦ Χριστοῦ παρουσίαν, δέσποτα ἐνδοξότατε στρατηλάτα δοῦξ Αὐγουστάλιε κύριε.