Ancient Greek
1722.1 to 1722.34
Documentary Papyri, P.Lond. 5 1722.1-34
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουίου Δεκίου τοῦ μεγαλοπρεπεστάτου Φαμενὼθ α… τῆς ὀγδόης ἰνδικτίονος ἐν Συήνῃ. Αὐρήλιοι Ἰακὼβ ἐκ πατρὸς Παεῖτος Ῥωβὴν μητρὸς …τὸ ἐπιτήδευμα καὶ ἡ τούτου γαμετὴ Τσενδία ἐκ πατρὸς Σούρτου μητρὸς Τουωτε ἀμφότεροι καταμένοντες ἐν Συήνῃ παρέχοντες ὑπὲρ αὐτῶν ὑπογραφέα καὶ μάρτυρας τοὺς ἑξῆς ὑπογράφοντας Φλαουίῳ Ἰακώβῳ υἱῳ Ἰσακίου μητρὸς Τλούδος τυμπανάριος τοῦ ἀριθμοῦ Συήνης καὶ ἀπὸ Συήνης χαίρειν. ὁμολογοῦμεν ἑκουσίῳ καὶ ἀμετανοήτῳ γνώμῃ καὶ ἀδόλῳ προαιρέσει καὶ εἰλικρινεῖ συνειδήσει κατὰ τήνδε τὴν ἁπλῆν ἔγγραφον ἀσφάλειαν πεπρακέναι σοι σήμερον καὶ καταγεγραφέναι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ καὶ ἑξῆς ἅπαντα χρόνον τὴν ὑπάρχουσαν ἡμῖν οἰκίαν ἐξ ὁλοκλήρου ἀπὸ ἐδάφους ἕως ἀέρος διακειμένην ἐπὶ τῆς αὐτῆς Συήνης περὶ τὸ νοτίνον μέρος τοῦ Φρουρίου καὶ περὶ λαύραν τῆς παρεμβολῆς καὶ τῆς οἰκίας Παπνουθίου Μαύρου καὶ τοῦ καμηλῶνος τῆς βασταγῆς τῶν Φίλων ἐλθοῦσαν εἰς ἡμᾶς ἀπὸ δικαίου ἀγορασίας παρὰ Ἀβρααμίου καὶ Ἀλάμμονος υἱῶν Παύλου Οὐρανίου καὶ εἰς αὐτοὺς ἀπὸ κληρονομικοῦ δικαίου τοῦ ἀναπαυσαμένου πατρὸς αὐτῶν Παύλου Οὐρανίου καὶ εἰς αὐτὸν ἀπὸ δικαίου κληρονομίας τῶν γονέων αὐτοῦ ἐν ᾗ τῇ ἁπάσῃ οἰκίᾳ ἐν μὲν πρώτῃ στέγῃ κελλία δύο ἓν μὲν νότινον μέγα νεῦον εἰς βορρᾶ εἰς τὸν προσπαρακείμενον πυλῶνα, ἄλλο δὲ ἀπηλιωτικὸν νεῦον εἰς λίβα εἰς τὸν πυλῶνα καὶ τὸ ὑποπέσσιον ἤτοι τχρηρε, ἐν δὲ τῇ δευτέρᾳ στέγῃ συμπόσια δύο ,ἓν μὲν νεῦον εἰς βορρᾶ, ἄλλο δὲ νεῦον εἰς λίβα εἰς τὸν πεσσὸν μετὰ καὶ τῶν ἐπάνω αὐτῶν δύο συμποσίων ἀσκεπάστων ἐν τῇ τρίτῃ στέγῃ ἕως ἀέρος καὶ ὁ πεσσὸς ἀπὸ ἐδάφους ἕως ἀέρος· εἰσὶ δὲ γείτονες αὐτῆς νότου ῥύμη δημοσία μεθʼ ἣν οἰκία Δίου Ταγαρίας, βορρᾶ οἰκία νῦν Δίου Ἰσακίου τοῦ καὶ Ποσίου, ἀπηλιώτου οἰκία Πετεροοῦτος Μαρτυρίου καὶ Τηρουτήρουος γαμετῆς αὐτοῦ, λιβὸς ῥύμη δημοσία εἰς ἣν νεύει ἡ αὐθεντικὴ αὐτῆς θύρα ἁπαξαπλῶς ἀκολούθως τῇ γεγενημένῃ ἡμῖν περὶ τούτου πράσει ἥνπερ σοι ἐξεδόμεθα εἰς πλεώτεραν σοῦ ἀσφάλειαν ἢ οἳ ἂν ὦσι γείτονες πάντῃ πάντοθεν καθὼς ὑπηγορεύσαμεν ἡμεῖς οἱ ἀποδόμενοι καὶ οὐδὲν ἡμῖν ὑπολέλειπται ἄπρατον ἐν τῇ προδεδηλουμένῃ οἰκίᾳ τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης χρυσοῦ δοκίμου νομισματίων παλαιοχαράκτων εὐστάθμων δεκαοκτώ, γίνεται χρυσοῦ νομισμάτια ιη, —ἥνπερ τελείαν τιμὴν αὐτόθι ἀπεσχήκαμεν παρὰ σοῦ τοῦ ὠνουμένου ἡμεῖς οἱ πεπρακότες ἐν τῇ ἐνεστώσῃ ἡμέρᾳ διὰ χειρὸς εἰς χεῖρα ἡμῶν ἐπὶ τῆς αὐτῆς Συήνης ἀριθμῷ καὶ σταθμῷ