Ancient Greek
1722.35 to 1722.60
Documentary Papyri, P.Lond. 5 1722.35-60
Not analysed yet
πλήρη πρὸς τὸ ἐντεῦθέν σε τὸν ὠνούμενον τῆς προδεδηλουμένης οἰκίας ἐξ ὁλοκλήρου ἀπὸ ἐδάφους ἕως ἀέρος κυριεύειν καὶ δεσπόζειν καὶ διοικεῖν καὶ οἰκονομεῖν καὶ οἰκοδομεῖν καὶ πωλεῖν καὶ χαρίζεσθαι καὶ τέκνοις καὶ ἐγγόνοις διατάσσειν καὶ ἐπιτελεῖν τὰ περὶ αὐτῆς τρόπῳ ᾧ ἐὰν αἱρῇ ἀκωλύτως καὶ ἀνεμποδίστως καὶ μὴ ἐγκαλεῖν σοι μήτʼ ἐγκαλέσειν μήθʼ ἕτερόν τινα τῶν ἐξ ἡμῶν ὀνόματος ἐν μηδένι καιρῷ κατὰ μηδένα τρόπον ἀφορμῇ μηδεμιᾷ διὰ τὸ ὡς προείπομεν ἀπεσχηκέναι ἡμᾶς παρὰ σοῦ τελείαν τὴν προγεγραμμένην τιμήν, τὸν δὲ ἐγκαλέσοντά σοι ἢ καὶ ἀντιποιησόμενον περὶ τῆς προδεδηλουμένης οἰκίας ἐκ ὁλοκλήρου ἀπὸ ἐδάφους ἕως ἀέρος ἢ μέρους αὐτῆς ἡμεῖς οἱ πεπρακότες ἀποστήσομεν καὶ καθαροποιήσομεν σοι ἰδίοις ἡμῶν ἀναλώμασι καὶ ἐξεδόμεθα σοι τήνδε τὴν πρᾶσιν κυρίαν οὖσαν καὶ βέβαιαν ἐφʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἡμῶν ὑπογράφοντος καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν καὶ ἀπελύσαμεν. Αὐρήλιοι Ἰακὼβ Παεῖτος Ῥωβὴν καὶ ἡ τούτου γαμετὴ Τσενδία Σούρτου οἱ προκείμενοι πεπράκαμεν τὴν προκειμένην οἰκίαν ἐξ ὁλοκλήρου ἀπὸ ἐδάφους ἕως ἀέρος καὶ ἀπεσχήκαμεν παρὰ σοῦ τὴν προγεγραμμένην τιμὴν ἐν νομισματίοις δεκαοκτὼ καὶ βεβαιοῦμεν τὴν πρᾶσιν ὡς πρόκειται. Φλαύιος Φώτις Θαλασίου Αὐγουστάλιος λεγεῶνος Συήνης ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. Αὐρήλιος Ἰακὼβ Ψεννησίου ἀπὸ Συήνης μαρτυρῶ. Φλαύιος Δίδυμος Σιλβανοῦ ἀπὸ βικαρίων μαρτυρῶ. Φλαύιος Παπνούθις Δίου στρατιώτης λεγεῶνος Συήνης μαρτυρῶ. Φλαύιος Ἰωάννης Πααμ στρατιώτης λεγεῶνος Συήνης μαρτυρῶ. Φλαύιος Μακάριος Ἰσακίου στρατιώτης στρατιώτης λεγεῶνος Συήνυς μαρτυρῶ. Φλαύιος Ἀβραὰμ Στεργορίου ἀπὸ ἀκτουαρίων λεγεῶνος Φιλῶν μαρτυρῶ . Φλαύιος Μακάριος Ποσίου στρατιώτης λεγεῶνος Συήνης μαρτυρῶ. Φλαύιος Παείων Ψαχώτος στρατιώτης λεγεῶνος Συήνης μαρτυρῶ. Φλαύιος Ἀβραάμιος Παμητ κεντυρίων λεγεῶνος Συήνης ἐσωμάτισα.