Ancient Greek
1724.1 to 1724.41
Documentary Papyri, P.Lond. 5 1724.1-41
Not analysed yet
…καὶ Ἰωάννης ὁ καὶ Καττᾶς λεγόμενος αὐλιζόμενος ἐν τῷ μοναστηρίῳ Παμπάνης, τὰ νῦν δὲ ἐν τῇ Συήνῃ εὑρεθεὶς ὁ καὶ ἀναδεχόμενος τὴν γνώμην καὶ τὴν πίστιν τῆς ἀφήλικος Τσίας ἀδελφῆς τῆς προγεγραμμένης Τσώνης ἐκ τῶν αὐτῶν γονέων οἱ καὶ ἑξῆς ὑπογραφέα παρέχοντες τὸν ὑπὲρ αὐτῶν ὑπογράφοντα καὶ μάρτυρας τοὺς ἑξῆς μαρτυροῦντας ταύτῃ τῇ βεβαίᾳ πράσει Αὐρηλίῳ Πατερμουθίῳ υἱῷ Μηνᾶ καὶ τῇ τούτου εὐνουστάτῃ συμβίῳ Αὐρηλίᾳ Κακὼ θυγατρὶ Ἰακώβου ἐκ μητρὸς Ταπίας ὁρμωμένοις ἀπὸ τῆς αὐτῆς Συήνης χαίρειν. ὁμολογοῦμεν ἡμεῖς οἱ προγεγραμμένοι Τσώνη καὶ Ἰωάννης ὑπὲρ ὀνόματος Τσίας τῆς καὶ Τσέρης λεγομένης διὰ τὸ νέον τῆς ἡλικίας διὰ ταύτης ἡμῶν τῆς ἐγγράφου ὠνιακῆς ἀσφαλείας ἑκόντες καὶ πεπεισμένοι ἄνευ παντὸς δόλου καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ συναρπαγῆς καὶ οἱασδήποτε κακονοίας καὶ κακοηθείας καὶ παντὸς ἐλαττώματος καὶ φαύλου διανοήματος καὶ πάσης νομίμου περιγραφῆς ἅμα δὲ ὁμνύμενοι κατὰ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος καὶ νίκης καὶ διαμονῆς τῶν γαληνοτάτων καὶ τροπαιούχων ἡμῶν δεσποτῶν Φλαυΐων Τιβερίου καὶ Αἰλίας Ἀναστασίας τῶν αἰωνίων Αὐγούστων καὶ Αὐτοκρατόρων πεπρακέναι ὑμῖν σήμερον καὶ καταγεγραφηκέναι νόμῳ πράσεως καὶ αἰωνίᾳ κατοχῇ καὶ παντὶ πληρεστάτῳ δεσποτείας δικαίῳ τὸ ὑπάρχον ἡμῖν μέρος οἰκίας ἀπὸ τῆς οἰκίας λεγομένης Πατεχνουμίου τοῦ προπάππου ἡμῶν ἐν ᾧ τῷ αὐτῷ μέρει οἰκίας ἐν μὲν πρώτῃ στέγῃ κελλίον ἓν ἐν τῷ πυλῶνι neῦον ἐπὶ βορρᾶ καὶ τὸ ἐπάνω αὐτοῦ συμπόσιον νεῦον ἐπὶ βορρᾶ εἰς τὴν παραδρομίδα τοῦ πεσσοῦ, ἐν δευτέρᾳ στέγῃ καὶ τὸ μικρὸν δῶμα ἐπάνω τοῦ αἰθρίου νεῦον ἐπʼ ἀπηλιώτην εἰς τὴν μικρὰν αἴθραν καὶ τὸ τρίτον μέρος ἡμῶν ἀπὸ τοῦ ἄλλου μικροῦ δώματος ἐπάνωθεν τοῦ ἀκκουβίτου Ἰακώβου Πασαράϊτος, σοῦ δὴ πατρὸς Κακὼ καὶ σοῦ δὴ Παθερμουθίου πενθεροῦ, καὶ τὸ τρίτον μέρος ἀπὸ πάντων τῶν συγκυρούντων χρηστηρίων τοῦ τε προθύρου καὶ πυλῶνος καὶ πεσσοῦ καὶ ἡμικλιβάνου πρὸς τὴν μέχρι νῦν κρατήσασαν νομήν τε καὶ δεσποτείαν, γείτονες δὲ τῆς ἁπάσης οἰκίας ἀφʼ ἧς πεπράκαμεν ὑμῖν τὸ αὐτὸ ἡμῶν μέρος εἰσὶν οὕτως· νότου ἡ οἰκία Δίου Κελώλ, βορρᾶ ἡ δημοσία λαύρα εἰς ἣν ἠνέῳκται ἡ αὐθεντικὴ θύρα, λιβὸς ἡ οἰκία Δίου Τακαρῆς, ἀπηλιώτου ἡ οἰκία Πατεροοῦτος οἷοι δʼ ἂν ὦσι γείτονες πάντῃ πάντοθεν ἐκ τετραγώνου καὶ τετραπλεύρου, καθὼς ὑπηγορεύσαμεν ἡμεῖς οἱ ἀποδόμενοι ἐν στόματι τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης