Ancient Greek
1724.42 to 1724.81
Documentary Papyri, P.Lond. 5 1724.42-81
Not analysed yet
ἐπὶ συμφώνοις ἀπαραβάτοις χρυσοῦ νομισματίων δέκα ζυγῷ Συήνης, γίνεται χρυσοῦ νομισμάτια ι ζυγῷ Συήνης, ἥνπερ τὴν ἐγκειμένην τελείαν τιμὴν αὐτόθι ἀπεσχηκότες παρʼ ὑμῶν τῶν ὠνουμένων διὰ χειρὸς εἰς χεῖρα ἡμῶν ἀριθμῷ καὶ σταθμῷ πλήρει καὶ βεβαιώσωμεν ὑμῖν τὴν πρᾶσιν πάσῃ βεβαιώσει διὰ παντὸς καὶ ἀπὸ παντὸς τοῦ ἐπελευσομένου ὑμῖν κινδύνῳ ἡμῶν καὶ πόρῳ τῆς μετρικῆς ἡμῶν ὑποστάσεως τῆς καὶ ἐνεχομένης εἰς ἀποσόβησιν καὶ καθαροποίησιν ταύτης ἡμῶν τῆς παρούσης βεβαίας πράσεως καὶ ἐφʼ ᾧ ὑμᾶς ἀπεντεῦθεν τοῦ αὐτοῦ τρίτου μέρους κυριεύειν καὶ δεσπόζειν καὶ πωλεῖν καὶ μεταπωλεῖν καὶ οἰκεῖν καὶ κατοικεῖν καὶ οἰκοδομεῖν καὶ ἐποικοδομεῖν, κτᾶσθαι, χρᾶσθαι παντὶ ἀρέσκοντι ὑμῖν τρόπῳ ἀνεπικωλύτως καὶ ἀνεμποδίστως τινὸς τῶν ἐκ ὀνόματος ἡμῶν ἢ κατὰ γένος ἀγχιστεύοντος μὴ δυνησομένου καιρῷ πώποτε ἢ χρόνῳ ἐπιφυῆναι ὑμῖν ἢ δίαιταν καθʼ ὑμῶν κινῆσαι διὰ τὸ ἡμᾶς δεδέχθαι καὶ πεπληρῶσθαι τῆς ἐγκειμένης τιμῆς. εἰ δὲ ὅπερ ἀπείη ἀσθενήσωμεν περὶ τὴν ἀποσόβησιν καὶ καθαροποίησιν ταύτης ἡμῶν τῆς βεβαίας πράσεως ἐφʼ ᾧ ἡμᾶς ἐπιγνῶναι τὴν ἐγκειμένην τιμὴν ἐν διπλῷ μετὰ καὶ τοῦ ἐπάναγκες ἐρρῶσθαι τὴν παροῦσαν βεβαίαν πρᾶσιν ἥνπερ ἐθέμεθα ὑμῖν κυρίαν οὖσαν καὶ βεβαίαν καὶ ἀρραγῆ καὶ ἀσάλευτον καὶ ἔννομον ἁπανταχοῦ προφερομένην μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἡμῶν ὑπογράφοντος καὶ τῶν ἑξῆς μαρτυρούντων καὶ εἰς τὰ προγεγραμμένα πάντα ἐπερωτηθέντες οὕτως ἔχειν ὡμολογήσαμεν καὶ ἀπελύσαμεν. Αὐρηλία Τσώνη θυγάτηρ Ῥαχὴλ ἐκ πατρὸς Ἄπα Δίου ὁρμωμένη ἀπὸ Συήνης μετὰ καὶ τοῦ κυρίου αὐτῆς ἀνδρὸς Αὐρηλίου Ἰσακίου υἱοῦ Κωσταντίου τοῦ καὶ συναινοῦντος καὶ συνευδοκοῦντος αὐτῇ καὶ Ἰωάννης ὁ καὶ Καττᾶς λεγόμενος αὐλιζόμενος ἐν τῷ μοναστηρίῳ Παμπάνης, τὰ νῦν δὲ ἐν τῇ Συήνῃ εὑρεθεὶς ὁ καὶ ἀναδεχόμενος τὴν γνώμην καὶ τὴν πίστιν τῆς ἀφήλικος Τσέρης ἀδελφῆς τῆς προκειμένης Τσώνης ἐκ τῶν αὐτῶν γονέων πεπρακέναι ὑμῖν σήμερον τὸ ὑπάρχον ἡμῖν μέρος οἰκίας ἀπὸ οἰκίας γενομένης Πατεχνουμίου τοῦ προπάππου ἡμῶν καὶ ἀπεσχήκαμεν τὴν τελείαν τιμὴν ἐν χρυσοῦ νομισματίοις δέκα καὶ στοιχεῖ ἡμῖν πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται. Ἰωάννης Ἀβρααμίου ἐλάχιστος πρεσβύτερος τῆς τοῦ Θεοῦ ἁγίας ἐκκλησίας Συήνης ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν ἐν δημοσίῳ τόπῳ γράμματα μὴ εἰδότων.