Ancient Greek
1724.82 to 1724.88
Documentary Papyri, P.Lond. 5 1724.82-88
Not analysed yet
Φλαύιος Διὼψ Ἀλεξάνδρου στρατιώτης ἀριθμοῦ Σήνης μαρτυρῶ. Φλαύιος Ἁτρῆς Πέτρου στρατιώτης λεγεῶνος Συήνης καὶ ἀπὸ βικαρίων μαρτυρῶ. Φλαύιος Ἰωσὴφ Ἑρμεία στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ. Φλαύιος Ἁτρῆ Μάρκου αὐγουστάλιος ἀριθμοῦ Συήνης μαρτυρῶ. Φλαύιος Μακάριος υἱὸς Ακ… στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ τῶν θεμένων. Φλαύιος Μουσαῖος Ἰωάννου …ἀριθμοῦ Συήνης μαρτυρῶ. διʼ ἐμοῦ Θεοφίλου ἐλαχίστου διακόνου ἐγένετο.