Ancient Greek
1727.r.45 to 1727.v.74
Documentary Papyri, P.Lond. 5 1727.r.45-1727.v.74
Not analysed yet
πᾶσαν δοσολημψίαν ποιήσασθαι ὑπὲρ αὐτοῦ ἄχρι τελευτῆς αὐτοῦ καὶ μετὰ τὴν τελευτὴν πᾶν τὸ πάκτον ἐπαναδραμεῖν εἰς τὰ αὐτὰ κοινὰ ἡμῶν τέκνα· εἰ δέ τις ἐθελήσειεν ἐκ τῶν τέκνων ἡμῶν ἢ ἄλλος ἐπελεύσασθαι τῷ ζῶντι ἢ ἀθετῆσαι ἢ παραβῆναι ἢ παρασαλεῦσαι ταύτην ἡμῶν τὴν ἀλληλομολογίαν ἢ δίαιταν κινεῖν ἐφʼ ᾧ τὸν ἐπελευσόμενον πρῶτον μὲν ἀλλότριον καὶ ἄκληρον ἔσεσθαι τῆς παντοίας ὑποστάσεως τοῦ ἐπιχειροῦντος παραβαίνειν, ἔπειτα ἐπιγινώσκειν λόγῳ προστίμου χρυσοῦ νομίσματα δώδεκα ἔργῳ καὶ δυνάμει ἀπαιτούμενα ἐκ τῆς ὑποστάσεως τοῦ παραβαίνοντος μετὰ καὶ τοῦ μὲν μὴ ἰσχύειν κατὰ τῶν ἐγγεγραμμένων ἀλλὰ ἐρρῶσθαι αὐτὰ ἐπὶ τῷ παντί· καὶ προσεπὶ τούτοις πᾶσι ἐπωμοσάμεθα τὸν θεῖον καὶ σεβάσμιον ὅρκον τοῦ παντοκράτορος Θεοῦ καὶ τῆς νίκης καὶ διαμονῆς τῶν γαληνοτάτων ἡμῶν δεσποτῶν μὴ παραβαίνειν τὰ προδεδηλουμένα διάστολα καὶ πρὸς ἡμῶν ἀσφάλειαν ταύτην ἐξεδόμεθα τὴν ἀλληλομολογίαν κυρίαν οὖσαν καὶ βεβαίαν καὶ ἔννομον ἁπανταχοῦ προφερομένην μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἡμῶν ὑπογράφοντος καὶ τῶν ἑξῆς μαρτυρούντων καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιος Πατερμούθις υἱὸς Μηνᾶ μητρὸς Τσίας ναύτης ἀπὸ Συήνης καὶ ἡ τούτου σύμβιος Αὐρηλία Τκακὼ θυγάτηρ Ἰακώβου μητρὸς Ταπίας ὁρμώμενοι ἐν Συήνῃ οἱ προκείμενοι ἐθέμεθα τὴν παροῦσαν ἀλληλομολογίαν καὶ στοιχεῖ ἡμῖν πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται. Φλαύιος Μᾶρκος Ἄπα Δίου στρατιώτης ἀριθμοῦ Συήνης ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν παρόντων καὶ εἰπόντων μοι γράμματα μὴ εἰδότων. Φλαύιος Κύρος Ἰωάνου κεντυρίων ἀριθμοῦ Συήνης μαρτυρῶ. Φλαύιος Ἰωάννης Πατερμουθίου ἀπὸ βικαρίων ἀριθμοῦ Σηύνης μαρτυρῶ. Θεόφιλος ἐλάχιστος διάκονος μαρτυρῶ τῇ ὁμολογίᾳ αἰτηθεὶς παρὰ τῶν θεμένων. Φλαύιος Ἁτρῆς Βίκτορος στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ. Φλαύιος Ἰωάννης Κολλούθου κεντυρίων ἀριθμοῦ Συήνης μαρτυρῶ. διʼ ἐμοῦ Ἀλλάμονος Πέτρου ἀπὸ βικαρίων ἐγράφη. ἀλληλομολογία …τι Πατερμουθίου καὶ Τκακώ.