Ancient Greek
P.Lond. 5 1728
Documentary Papyri, P.Lond. 5 1728
Not analysed yet
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαυίου Μαυρικίου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος καὶ μεγίστου εὐεργέτου ἔτους τρίτου Φαμενὼθ δωδεκάτῃ τῆς δευτέρας ἰνδικτίονος ἐν Συήνῃ . Φλαύιος Ἰωάννης υἱὸς Ἰακώβου μητρὸς Ταπίας στρατιώτης τείρων λεγεῶνος Συήνης Αὐρηλίᾳ Κακὼ ἰδίᾳ μου ὁμογνησίᾳ ἀδελφῇ ὁρμωμένῃ ἀπὸ τῆς αὐτῆς Συήνης χαίρειν. φιλονεικίας γεναμένης μεταξὺ ἡμῶν χάριν κοινωνιμαίων πραγμάτων ἔδοξεν ἡμῖν …εσ…σαι μοι ὁρκομοσίας τῶν ἁγίων εὐκτηρίων καὶ τοῦτο …ας …αν κατὰ τοῦτο ὁμολογῶ μηκέτι μηδένα λόγον πρὸς σὲ ἔχειν κοινωνιμαίων πραγμάτων παρὲξ τῶν γραμματείων …ν…οντων καὶ τῆς οἰκίας καὶ τῶν ξύλων τοῦ πλοίου …ἱσταρίου. ζητήσας οὖν παρʼ ἐμοῦ ἔγγραφον ἀσφάλειαν περὶ τούτου κατὰ τοῦτο ὁμολογῶ ὀμνύων κατὰ τῆς ὁμοουσίου Τριάδος μὴ ἐξεῖναί μοι μήποτε καιρῷ ἢ χρόνῳ ἐνάγειν σοι περὶ τῆς αὐτῆς κληρονομίας καὶ πραγμάτων, εἰ δὲ δόξειεν ἡμῖν ἐνάγειν σοι μηδὲν μὲν ὠφελήσειν, παρέξειν δὲ λόγῳ προστίμου παραβάσεως χρυσοῦ νομίσματα τρία ζυγῷ Συήνης ἔργῳ καὶ δυνάμει ἀπαιτούμενα ἐκ τῆς ἐμῆς ὑποστάσεως καὶ εἰς σὴν ἀσφάλειαν ἐθέμην τὴν ἀσφάλειαν κυρίαν οὖσαν καὶ βεβαίαν μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Φλαύιος Ἰωάννης υἱὸς Ἰακώβου ὁ προγεγραμμένος ἐθέμην τὴν ἀμεριμνίαν καὶ στοιχεῖ μοι πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται. Θεόφιλος Παείονος ἐλάχιστος διάκονος αἰτηθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Φῖβ υἱὸς Φαύστσαν ανακνωτιν…αι ἐν δημοσίῳ μαρτυρῶ. διʼ ἐμοῦ Μάρκου Ἄπα Δίου ἐγράφη.