Ancient Greek
P.Lond. 5 1732
Documentary Papyri, P.Lond. 5 1732
Not analysed yet
Αὐρήλιος Ἰακὼβ υἱὸς Ἄπα Δίου ναύτης ἀπὸ Συήνης Φλαυΐῳ Παθερμουθίῳ υἱῷ Μηνᾶ στρατιώτῃ ἀριθμοῦ Φιλῶν ναύτῃ ἀπὸ τῆς αὐτῆς Συήνης χαίρειν. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι τὸν Ψανο καὶ Σανμοου ὥστε παρασκευάσαι εἰς δίαιταν τῷ εὐδοκιμωτάτῳ Μάρκῳ τῷ λογιωτάτῳ δικαστῇ ὥστε ἀκροᾶσθαι καὶ στέρξαι καὶ ἐμμεῖναι τοῖς ὁρισθησομένοις εἰ δὲ μὴ στέρξειαν καὶ ἐμμείνειαν τοῖς κριτηρίοις ἐφʼ ᾧ ἐμὲ τὸν ἐγγυητὴν παρασχεῖν ὑπὲρ παραβασίας χρυσοῦ νομίσματα τρία ζυγῷ Συήνης κατὰ πρᾶγμα πρᾶγμα καὶ εἰς σὴν ἀσφάλειαν πεποίημαι τὴν παροῦσαν ἐγγυητικὴν ἀσφάλειαν μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ τῶν ἑξῆς μαρτυρούντων καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Φλαύιος Πραιπόσιτος υἱὸς Θεοδόρου στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ. διʼ ἐμοῦ Δίου Παπνουθίου ἐγράφη. ἐγράφη μηνὶ Μεσορὴ κγ ἰνδικτίονος ε. ἐγγυητικὴ ἀσφάλεια γεναμένη Ἰακὼβ υἱὸς Ἄπα Δίου ναύτης ἀπὸ Συήνης.