Ancient Greek
1733.1 to 1733.36
Documentary Papyri, P.Lond. 5 1733.1-36
Not analysed yet
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν, βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Μαυρικίου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους δωδεκάτου καὶ ὑπατείας τῆς αὐτῶν γαληνότητος ἔτους ἑνδεκάτου Φαμενὼθ ι ἰνδικτίονος ιβ ἐν Συήνῃ. Αὐρηλία Ταπία θυγάτηρ Τσίου μητρὸς Μαρίας χηρεύουσα ὁρμωμένη ἀπὸ Συήνης ἡ καὶ ἑξῆς ὑπογραφέα παρέχουσα τὸν ὑπὲρ αὐτῆς ὑπογράφοντα καὶ μάρτυρας τοὺς ἑξῆς μαρτυροῦντας τῇδε τῇ βεβαίᾳ καὶ ἐννόμῳ πράσει Φλαυΐῳ Ἄπα Δίῳ υἱῷ Σουροῦτος στρατιώτῃ ἀριθμοῦ Συήνης χαίρειν. ὁμολογῶ ἐγὼ ἡ προγεγραμμένη Ταπία διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας ἑκοῦσα καὶ πεπεισμένη ἄνευ παντὸς δόλου καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ συναρπαγῆς καὶ δίχα οἱασδήποτε κακονοίας καὶ κακοηθείας καὶ παντὸς φαύλου διανοήματος ἀλλὰ ἑκουσίῳ καὶ ἀμετανοήτῳ γνώμῃ καὶ ἀδόλῳ προαιρέσει καὶ εἰλικρινεῖ συνειδήσει κατὰ τήνδε τὴν ἁπλῆν ἔγγραφον ἀσφάλειαν πεπρακέναι σοι σήμερον καὶ καταγεγραφηκέναι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ καὶ ἑξῆς ἅπαντα χρόνον τὸ ὑπάρχον μοι καὶ ἐπιβάλλον ἥμισυ μέρος ἀπὸ τοῦ συμποσίου τοῦ ἐν τῇ δευτέρᾳ στέγῃ καὶ τὸ τέταρτον μέρος ἀπὸ τοῦ ἀέρος ἐπάνω τοῦ ἀκκουβίτου τοῦ ὄντος ἐπάνω τοῦ συμποσίου τοῦ καὶ ἀδιαιρέτου ὄντος μοι καὶ τῶν ἀδελφῶν μου Μηνᾶ καὶ Τσελετ καὶ τὸ μέρος μου ἀπὸ πάντων τῶν χρηστηρίων τοῦ τε προθύρου καὶ πυλώνος καὶ πεσσοῦ παραδρομίδος καὶ κλιβανίου σὺν εἰσόδῳ καὶ ἐξόδῳ καὶ ἀνόδῳ καὶ καθόδῳ τῆς αὐτῆς οἰκίας διακειμένης ἐπὶ τῆς αὐτῆς Συήνης περὶ τὸ νότινον μέρος τοῦ Φρουρίου καὶ περὶ λαύραν τοῦ ἁγίου ἀθλοφόρου Ἄπα Βίκτορος μάρτυρος ἐλθὸν εἰς ἐμὲ τὸ αὐτὸ ἥμισυ μέρος συμποσίου καὶ τὸ τέταρτον μέρος ἀπὸ τοῦ δώματος οὕτως· τέταρτον μὲν μέρος ἀπὸ τοῦ συμποσίου καὶ τὸ ὄγδοον μέρος ἀπὸ κληρονομίας τῆς μητρὸς μου Μαρίας, τὸ δὲ ἄλλο τέταρτον μέρος καὶ τὸ ὄγδοον μέρος ἀπὸ τῶν προδεδηλουμένων τόπων καθὼς ἀνωτέρω εἴρηται ἀπὸ δικαίας ἀγορασίας ἐξ ἐγγράφου ὠνιακῆς ἀσφαλείας παρὰ Γεωργίου τοῦ ἐμοῦ ἀδελφοῦ κοινῶν ὄντων καὶ ἀδιαιρέτων εἴς τε ἐμὲ καὶ τοὺς ἀδελφούς μου Μηνᾶν καὶ Τσελετ καὶ εἰς αὐτὴν τὴν προγεγραμμένην Μαριὰμ ἀπὸ δικαίας κληρονομίας τῶν γονέων αὐτῆς Παπνουθίου καὶ Θέκλας πρὸς τὴν δύναμιν τοῦ κλήρου αὐτῶν· γείτονες δὲ τῆς ἁπάσης οἰκίας νότου οἰκία Θέκλας καὶ Δίου Κελωλίου, βορρᾶ τοῦ ἁγίου τόπου Ἄπα Βίκτορος μάρτυρος